Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 3.30 Dem. 3.32 (English) >>Dem. 3.35

3.31νῦν δὲ τοὐναντίον κύριοι μὲν οἱ πολιτευόμενοι τῶν ἀγαθῶν, καὶ διὰ τούτων ἅπαντα πράττεται, ὑμεῖς δʼ δῆμος, ἐκνενευρισμένοι καὶ περιῃρημένοι χρήματα, συμμάχους, ἐν ὑπηρέτου καὶ προσθήκης μέρει γεγένησθε, ἀγαπῶντες ἐὰν μεταδιδῶσι θεωρικῶν ὑμῖν Βοηδρόμια πέμψωσιν οὗτοι, καὶ τὸ πάντων ἀνδρειότατον, τῶν ὑμετέρων αὐτῶν χάριν προσοφείλετε. οἱ δʼ ἐν αὐτῇ τῇ πόλει καθείρξαντες ὑμᾶς ἐπάγουσʼ ἐπὶ ταῦτα καὶ τιθασεύουσι χειροήθεις αὑτοῖς ποιοῦντες. 3.32ἔστι δʼ οὐδέποτʼ, οἶμαι, μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μικρὰ καὶ φαῦλα πράττοντας· ὁποῖʼ ἄττα γὰρ ἂν τἀπιτηδεύματα τῶν ἀνθρώπων , τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημʼ ἔχειν. ταῦτα μὰ τὴν Δήμητρʼ οὐκ ἂν θαυμάσαιμʼ εἰ μείζων εἰπόντι ἐμοὶ γένοιτο παρʼ ὑμῶν βλάβη τῶν πεποιηκότων αὐτὰ γενέσθαι· οὐδὲ γὰρ παρρησία περὶ πάντων ἀεὶ παρʼ ὑμῖν ἐστιν, ἀλλʼ ἔγωγʼ ὅτι καὶ νῦν γέγονεν θαυμάζω.

3.33ἐὰν οὖν ἀλλὰ νῦν γʼ ἔτι ἀπαλλαγέντες τούτων τῶν ἐθῶν ἐθελήσητε στρατεύεσθαί τε καὶ πράττειν ἀξίως ὑμῶν αὐτῶν, καὶ ταῖς περιουσίαις ταῖς οἴκοι ταύταις ἀφορμαῖς ἐπὶ τὰ ἔξω τῶν ἀγαθῶν χρῆσθαι, ἴσως ἄν, ἴσως, ἄνδρες Ἀθηναῖοι, τέλειόν τι καὶ μέγα κτήσαισθʼ ἀγαθὸν καὶ τῶν τοιούτων λημμάτων ἀπαλλαγείητε, τοῖς ἀσθενοῦσι παρὰ τῶν ἰατρῶν σιτίοις διδομένοις ἔοικε. καὶ γὰρ ἐκεῖνʼ οὔτʼ ἰσχὺν ἐντίθησιν οὔτʼ ἀποθνῄσκειν ἐᾷ· καὶ ταῦθʼ νέμεσθε νῦν ὑμεῖς, οὔτε τοσαῦτʼ ἐστὶν ὥστʼ ὠφέλειαν ἔχειν τινὰ διαρκῆ, οὔτʼ ἀπογνόντας ἄλλο τι πράττειν ἐᾷ, ἀλλʼ ἔστι ταῦτα τὴν ἑκάστου ῥᾳθυμίαν ὑμῶν ἐπαυξάνοντα.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 3.30 Dem. 3.32 (English) >>Dem. 3.35

Powered by PhiloLogic